Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.6 Dem. 26.9 (English) >>Dem. 26.13

26.8χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος νόμου γραφὴν ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, μὲν νόμος τὸ ψήφισμʼ ἄκυρόν ἐστιν, δὲ θεὶς γράψας οὐδὲν ἀναισχυντεῖ βιαζόμενος, ἀλλʼ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν πρῶτος τῷ δύνασθαι λέγειν πράττειν ἐν ὑμῖν. καίτοι πῶς οὐκ ἄτοπον, μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφίσασθε, διὰ τοὺς νόμους ἄκυρʼ εἶναι, τὴν δʼ Ἀριστογείτονος βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν νόμων αὐτῶν καταστῆσαι; 26.9πάλιν τοίνυν ὅταν τις ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἐφʼ οἷς οἱ νόμοι κελεύουσι τὸ λοιπὸν μὴ γράφεσθαι μηδʼ ἀπάγειν μηδʼ ἐφηγεῖσθαι, τὸν αὐτὸν τρόπον παρὰ ταῦτʼ οὐδεὶς οἴεται δεῖν πράττειν τῶν ἐνόχων ὄντων τούτοις τοῖς ἐπιτιμίοις. Ἀριστογείτονι δέ, ὡς ἔοικε, μόνῳ τῶν ἁπάντων οὐδὲν οὔτε δικαστήριον οὔτε νόμος κυριώτερόν ἐστι τῆς αὑτοῦ βουλήσεως. 26.10καὶ ταῦτα πάνθʼ οὕτω διαφυλάττουσιν οὐδεπώποτʼ οὔθʼ ὑμῖν οὔτε τοῖς προγόνοις μετεμέλησεν. ἔστι γὰρ δημοκρατίας φυλακὴ τῶν μὲν ἐχθρῶν βουλευομένους μαχομένους περιεῖναι, τῶν δὲ νόμων προαιρουμένους συναναγκαζομένους ἡττᾶσθαι. καὶ ταῦθʼ ὅτι τοῦτον τὸν τρόπον προσήκει πράττεσθαι, καὶ παρʼ αὐτοῦ τούτου συνωμολόγηται. 26.11ὅτε γὰρ Ὑπερείδης ἔγραψε, τῶν περὶ Χαιρώνειαν ἀτυχημάτων τοῖς Ἕλλησι γενομένων, καὶ τῆς πόλεως ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον μέγιστον κατακεκλειμένης, εἶναι τοὺς ἀτίμους ἐπιτίμους, ἵνʼ ὁμονοοῦντες ἅπαντες ὑπὲρ τῆς ἐλευθερίας προθύμως ἀγωνίζωνται, ἐάν τις κίνδυνος τηλικοῦτος καταλαμβάνῃ τὴν πόλιν, τούτου τοῦ ψηφίσματος γραφὴν παρανόμων ἀπενέγκας ἠγωνίζετʼ ἐν τῷ δικαστηρίῳ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26.6 Dem. 26.9 (English) >>Dem. 26.13

Powered by PhiloLogic